Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.281 Joseph. AJ 11.286 (English) >>Joseph. AJ 11.291

11.284

Οἱ μὲν οὖν ἱππεῖς οἱ τὰς ἐπιστολὰς διακομίζοντες εὐθὺς ἐξορμήσαντες τὴν προκειμένην ὁδὸν ἤνυον. δὲ Μαρδοχαῖος ὡς ἀναλαβὼν τὴν βασιλικὴν στολὴν καὶ τὸν στέφανον τὸν χρυσοῦν καὶ τὸν στρεπτὸν περιθέμενος προῆλθεν, ἰδόντες αὐτὸν οὕτως τετιμημένον ὑπὸ τοῦ βασιλέως οἱ ἐν Σούσοις ὄντες Ἰουδαῖοι κοινὴν ὑπέλαβον τὴν εὐπραγίαν αὐτοῦ. 11.285χαρὰ δὲ καὶ σωτήριον φέγγος ἐκτιθεμένων τῶν τοῦ βασιλέως γραμμάτων καὶ τοὺς κατὰ πόλιν τῶν Ἰουδαίων καὶ τοὺς κατὰ χώραν ἐπεῖχεν, ὡς πολλὰ καὶ τῶν ἄλλων ἐθνῶν διὰ τὸν ἐκ τῶν Ἰουδαίων φόβον περιτεμνόμενα τὴν αἰδῶ τὸ ἀκίνδυνον αὐτοῖς ἐκ τούτου πραγματεύσασθαι. 11.286καὶ γὰρ τοῦ δωδεκάτου μηνὸς τῇ τρισκαιδεκάτῃ, ὃς κατὰ μὲν Ἑβραίους Ἄδαρ καλεῖται κατὰ δὲ Μακεδόνας Δύστρος, οἱ κομίσαντες τὰ τοῦ βασιλέως γράμματα ἐδήλουν, ὅπως καθʼ ἣν ἡμέραν αὐτοὶ κινδυνεύσειν ἤμελλον ἐν ταύτῃ τοὺς ἐχθροὺς ἀπολέσωσιν. 11.287οἱ δὲ ἄρχοντες τῶν σατραπειῶν καὶ οἱ τύραννοι καὶ οἱ βασιλεῖς καὶ οἱ γραμματεῖς εἶχον ἐν τιμῇ τοὺς Ἰουδαίους· γὰρ ἐκ Μαρδοχαίου φόβος ἠνάγκαζεν αὐτοὺς σωφρονεῖν. 11.288τοῦ δὲ γράμματος τοῦ βασιλικοῦ διὰ πάσης τῆς ὑπʼ αὐτὸν χώρας γενομένου συνέπεσεν ὥστε καὶ τοὺς ἐν Σούσοις Ἰουδαίους ἀποκτεῖναι τῶν ἐχθρῶν περὶ πεντακοσίους.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.281 Joseph. AJ 11.286 (English) >>Joseph. AJ 11.291

Powered by PhiloLogic